Ευχή της Θείας Μεταλήψεως. – Συμεὼν τοῦ Νέου Θεολόγου.

Ἀπὸ ῥυπαρῶν χειλέων,
ἀπὸ βδελυρᾶς καρδίας,
ἀπὸ ἀκαθάρτου γλώττης,
ἐκ ψυχῆς ἐῤῥυπωμένης,
δέξαι δέησιν, Χριστέ μου·
καὶ μὴ παρωσάμενός μου,
μὴ τοὺς λόγους, μὴ τοὺς τρόπους,
μηδὲ τὴν ἀναισχυντίαν,
δός μοι παῤῥησίᾳ λέγειν,
ἃ βεβούλευμαι, Χριστέ μου,
μᾶλλον δὲ καὶ δίδαξόν με,
τί με δεῖ ποιεῖν καὶ λέγειν.
 
Ἥμαρτον ὑπὲρ τὴν Πόρνην
ἥ, μαθοῦσα ποῦ κατάγεις,
μύρον ἐξωνησαμένη,
ἦλθε τολμηρῶς ἀλεῖψαι,
σοῦ τοὺς πόδας τοῦ Χριστοῦ μου,
τοῦ Δεσπότου καὶ Θεοῦ μου.
 
Ὡς ἐκείνην οὐκ ἀπώσω,
προσελθοῦσαν ἐκ καρδίας,
μηδ᾿ ἐμὲ βδελύξῃ, Λόγε,
σοὺς δὲ πάρασχέ μοι πόδας
καὶ κρατῆσαι καὶ φιλῆσαι,
καὶ τῷ ῥείθρῳ τῶν δακρύων,
ὡς πολυτιμήτῳ μύρῳ,
τούτους τολμηρῶς ἀλεῖψαι.
Πλῦνόν με τοῖς δάκρυσί μου,
κάθαρον αὐτοῖς με, Λόγε,
ἄφες καὶ τὰ πταίσματά μου,
καὶ συγγνώμην πάρασχέ μοι.

Οἶδας τῶν κακῶν τὸ πλῆθος,
οἶδας καὶ τὰ τραύματά μου·
καὶ τοὺς μώλωπας ὁρᾷς μου
ἀλλὰ καὶ τὴν πίστιν οἶδας
καὶ τὴν προθυμίαν βλέπεις
καὶ τοὺς στεναγμοὺς ἀκούεις.
Οὐ λανθάνει σε, Θεέ μου,
ποιητά μου, λυτρωτά μου,
οὐδὲ σταλαγμὸς δακρύων,
οὐδὲ σταλαγμοῦ τι μέρος.
Τὸ μὲν ἀκατέργαστόν μου
ἔγνωσαν οἱ ὀφθαλμοί σου·
ἐπὶ τὸ βιβλίον δέ σου,
καὶ τὰ μήπω πεπραγμένα,
γεγραμμένα σοι τυγχάνει.

Ἴδε τὴν ταπείνωσίν μου,
ἴδε μου τὸν κόπον, ὅσος!
καὶ τὰς ἁμαρτίας πάσας
ἄφες μοι, Θεὲ τῶν ὅλων,
ἵνα καθαρᾷ καρδίᾳ,
περιτρόμῳ διανοίᾳ
καὶ ψυχῇ συντετριμμένῃ,
τῶν ἀχράντων σου μετάσχω
καὶ πανάγνων μυστηρίων,
οἷς ζωοῦται καὶ θεοῦται
πᾶς ὁ τρώγων σε καὶ πίνων
ἐξ εἰλικρινοῦς καρδίας.

Σὺ γὰρ εἶπας, Δέσποτά μου·
Πᾶς ὁ τρώγων μου τὴν Σάρκα,
πίνων δέ μου καὶ τὸ Αἷμα,
ἐν ἐμοὶ μὲν οὗτος μένει,
ἐν αὐτῷ δ᾿ ἐγὼ τυγχάνω.
Ἀληθὴς ὁ λόγος πάντως
τοῦ Δεσπότου καὶ Θεοῦ μου.
Τῶν γὰρ θείων ὁ μετέχων
καὶ θεοποιῶν χαρίτων,
οὔμενουν, οὐκ ἔστι μόνος,
ἀλλὰ μετὰ σοῦ, Χριστέ μου,
τοῦ φωτὸς τοῦ τρισηλίου,
τοῦ φωτίζοντος τὸν κόσμον.

Ἵνα γοῦν μὴ μόνος μένω
δίχα σου τοῦ Ζωοδότου,
τῆς πνοῆς μου, τῆς ζωῆς μου,
τοῦ ἀγαλλιάματός μου,
τῆς τοῦ κόσμου σωτηρίας,
διὰ τοῦτό σοι προσῆλθον,
ὡς ὁρᾷς μετὰ δακρύων
καὶ ψυχῆς συντετριμμένης,
λύτρον τῶν ἐμῶν πταισμάτων
ἱκετεύων τοῦ λαβεῖν με,
καὶ τῶν σῶν ζωοπαρόχων
καὶ ἀμέμπτων μυστηρίων
μετασχεῖν ἀκατακρίτως,
ἵνα μείνῃς, καθὼς εἶπας,
μετ᾿ ἐμοῦ τοῦ τρισαθλίου·
ἵνα μή, χωρὶς εὑρών με
τῆς σῆς χάριτος, ὁ πλάνος,
ἀφαρπάσῃ με δολίως,
καὶ πλανήσας ἀπαγάγῃ
τῶν θεοποιῶν σου λόγων.

Διὰ τοῦτό σοι προσπίπτω
καὶ θερμῶς ἀναβοῶ σοι·
Ὡς τὸν Ἄσωτον ἐδέξω,
καὶ τὴν Πόρνην προσελθοῦσαν,
οὕτω δέξαι με τὸν πόρνον
καὶ τὸν ἄσωτον, Οἰκτίρμον,
ἐν ψυχῇ συντετριμμένῃ
νῦν με προσερχόμενόν σοι.
Οἶδα, Σῶτερ, ὅτι ἄλλος,
ὡς ἐγώ, οὐκ ἔπταισέ σοι
οὐδὲ ἔπραξε τὰς πράξεις,
ἃς ἐγὼ κατειργασάμην.

Ἀλλὰ τοῦτο πάλιν οἶδα,
ὡς οὐ μέγεθος πταισμάτων,
οὐχ ἁμαρτημάτων πλῆθος,
ὑπερβαίνει τοῦ Θεοῦ μου
τὴν πολλὴν μακροθυμίαν,
καὶ φιλανθρωπίαν ἄκραν·
ἀλλ᾿ ἐλαίῳ συμπαθείας,
τοὺς θερμῶς μετανοοῦντας,
καὶ καθαίρεις καὶ λαμπρύνεις
καὶ φωτὸς ποιεῖς μετόχους,
κοινωνοὺς Θεότητός σου
ἐργαζόμενος ἀφθόνως·
καί, τὸ ξένον καὶ ἀγγέλοις
καὶ ἀνθρώπων διανοίαις,
ὁμιλεῖς αὐτοῖς πολλάκις,
ὥσπερ φίλοις σου γνησίοις.

Ταῦτα τολμηρὸν ποιεῖ με,
ταῦτά με πτεροῖ, Χριστέ μου·
καὶ θαῤῥῶν ταῖς σαῖς πλουσίαις
πρὸς ἡμᾶς εὐεργεσίαις,
χαίρων τε καὶ τρέμων ἅμα,
τοῦ πυρὸς μεταλαμβάνω,
χόρτος ὢν καὶ ξένον θαῦμα!
δροσιζόμενος ἀφράστως
ὡσπεροῦν ἡ βάτος πάλαι,
ἡ ἀφλέκτως καιομένη.
Τοίνυν εὐχαρίστῳ γνώμῃ,
εὐχαρίστῳ δὲ καρδίᾳ,
εὐχαρίστοις μέλεσί μου,
τῆς ψυχῆς καὶ τῆς σαρκός μου
προσκυνῶ καὶ μεγαλύνω
καὶ δοξάζω σε, Θεέ μου,
ὡς εὐλογημένον ὄντα
νῦν τε καὶ εἰς τοὺς αἰῶνας.