Εὐχὴ εἰς τὴν Κυρίαν Θεοτόκον

ScreenHunter_1829 Mar. 03 08.53

 

Παναγία Δέσποινά μου Θεοτόκε, ἀποδίωξον ἀπ’ ἐμοῦ τοῦ ἁμαρτωλοῦ καὶ ἀναξίου δούλου σου, τὴν ἀκηδίαν, τὴν λήθην τὴν ἄγνοιαν, τὴν ἀμέλειαν, καὶ πάντας τοὺς πονηροὺς λογισμοὺς καὶ αἰσχροὺς καὶ βλασφήμους· ἀποσόβησον ἐκ τῆς ἀθλίας καὶ ταλαιπώρου μου καρδίας καὶ ἐκ τῆς μεμολυσμένης μου ψυχῆς καὶ τοῦ ἐσκοτισμένου μου νοὸς καὶ κατάσβεσόν μου τὴν φλόγαν τῶν παθῶν καὶ ἐλέησον καὶ βοήθησόν μοι, ὅτι ἀσθενὴς καὶ ταλαίπωρος εἰμὶ ἐγώ· καὶ ρῦσαί με ἀπὸ τῶν ἐπερχομένων μοι πονηρῶν ἐνθυμήσεων καὶ προλήψεων καὶ πασῶν τῶν κακῶν με ἐλευθέρωσον πράξεων, τῶν ἐν νυκτὶ καὶ ἡμέρα.
Ὅτι ὑπερευλογημένη ὑπάρχεις καὶ τὸ ὄνομά σου τὸ ἅγιον δεδοξασμένον εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ἀμήν.